Αρχαίες πηγές

Αρχαίες πηγές

6ος–5ος αι. π.Χ.

Εκαταίος, Fragmenta, Jacoby F 1a,1,F, fr. 133.

Κραννών· πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπηι. ἔστι καὶ ἄλλη πόλις Ἀθαμ<α>νίας ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ.


5ος αι. π.Χ.

Θουκυδίδης, Ιστορίαι, II 22, 3.

ἡ δὲ βοήθεια αὕτη τῶν Θεσσαλῶν κατὰ τὸ παλαιὸν ξυμμαχικὸν ἐγένετο τοῖς Ἀθηναίοις, καὶ ἀφίκοντο παρ’ αὐτοὺς Λαρισαῖοι, Φαρσάλιοι, [Παράσιοι], Κραννώνιοι, Πυράσιοι, Γυρτώνιοι, Φεραῖοι. ἡγοῦντο δὲ αὐτῶν ἐκ μὲν Λαρίσης Πολυμήδης καὶ Ἀριστόνους, ἀπὸ τῆς στάσεως ἑκάτερος, ἐκ δὲ Φαρσάλου Μένων· ἦσαν δὲ καὶ τῶν ἄλλων κατὰ πόλεις ἄρχοντες.

Ηρόδοτος, Ιστορίαι, VI 127.

ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος, ἐκ δὲ Μολοσσῶν Ἄλκων.


5ος–4ος αι. π.Χ.

Κτησίας, Fragmenta, Jacoby F 3c,688,F, fr. 36.

ANTIGON. Hist. mir. 15: ἐν δὲ Κράννωνι τῆς Θετταλίας δύο φασὶν μόνον εἶναι κόρακας ... τούτου δ’ ἔτι ἰδιαίτερον ὁ Θεόπομπος (115 F 267) λέγει· φησὶν γὰρ ἕως τούτου διατρίβειν αὐτοὺς ἐν τῆι Κράννωνι, ἕως ἂν τοὺς νεοττοὺς ἐκνεοττεύσωσιν, τοῦτο δὲ ποιήσαντας τοὺς μὲν νεοττοὺς καταλείπειν, αὐτοὺς δὲ ἀπιέναι. καὶ ἐν Ἐκβατάνοις δὲ καὶ ἐν Πέρσαις Κτησίας ἱστορεῖ παραπλήσιόν τι τούτοις. διὰ δὲ τὸ αὐτὸν πολλὰ ψεύδεσθαι παρελείπομεν τὴν ἐκλογήν· καὶ γὰρ ἐφαίνετο τερατώδης.

Ξενοφών, Ελληνικά, IV 3, 3.

Ὁ δ’ Ἀγησίλαος διαλλάξας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο. Λαρισαῖοι μὲν οὖν καὶ Κραννώνιοι καὶ Σκοτουσσαῖοι καὶ Φαρσάλιοι, σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ Θετταλοί, πλὴν ὅσοι αὐτῶν φυγάδες τότ’ ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐπακολουθοῦντες.

Ξενοφών, Αγησίλαος, II 2.

ἐπεὶ δὲ ἐξαμείψας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο, Λαρισαῖοι μὲν καὶ Κραννώνιοι καὶ Σκοτουσαῖοι καὶ Φαρσάλιοι σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ Θετταλοὶ πλὴν ὅσοι αὐτῶν φυγάδες τότε ὄντες ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐφεπόμενοι.

Ιπποκράτης, Επιδημίαι, II 1, 1.

Ἄνθρακες ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμασιν ὕδατι λαύρῳ δι’ ὅλου· ἐγένετο δὲ μᾶλλον νότῳ, καὶ ὑπεγίνοντο μὲν ἐν τῷ δέρματι ἰχῶρες· ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον.

Ιπποκράτης, Επιδημίαι, IV 1, 14, 1–3.

Ἐν Κρανῶνι, τῇ Νικοστράτου λειφθείσῃ τεσσαρεσκαιδεκάτῃ ἔφθασεν αὐτίκα ἀκράτεια τραχήλου καὶ τῶν ἄλλων· καὶ σῖτος ἐγκατεκλείσθη μέχρι δεκάτης.

Ιπποκράτης, Επιδημίαι, IV 1, 37.

Ἐν Κρανῶνι, Λυκίνῳ γραμματικῷ ἐκ πυρετοῦ χολώδεος, ἐπισπλήνῳ, καρηβαρίη·
αἱμόκερχνα κατὰ σπλῆνα ἐν χείλεσιν ἀμφοτέροισιν ἕλκεα ἔνδοθεν, στρογγύλα, σμικρά· ἔπειτά τι καὶ αἷμα ἐκ τοῦ κατ’ ἴξιν σμικρὸν ἐρῥύη.

Ιπποκράτης, Επιδημίαι, VI 1, 7.

Ἐν Κρανῶνι, αἱ παλαιαὶ ὀδύναι, ψυχραί· αἱ δὲ νεαραὶ, θερμαὶ, αἵματι δὲ αἱ πλεῖσται· καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

Ιπποκράτης, Επιδημίαι, VI 3, 2.

Ἡ γυνὴ, ἣν πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, σπλήν φύσει μέγας· πυρετὸς καυσώδης· ἐξέρυθρος· πνεῦμα· δεκάτῃ, ἱδρὼς τὰ πολλὰ ἄνω· ἀτάρ τι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ.


4ος αι. π.Χ.

Αριστοτέλης, Περί θαυμασίων ακουσμάτων, σ. 842, αρ. 126.

Ἐν δὲ Κράννωνι τῆς Θετταλίας φασὶ δύο κόρακας εἶναι μόνους ἐν τῇ πόλει. οὗτοι ὅταν ἐκνεοττεύσωσιν, ἑαυτοὺς μέν, ὡς ἔοικεν, ἐκτοπίζουσιν, ἑτέρους δὲ τοσούτους τῶν ἐξ αὑτῶν γενομένων ἀπολείπουσιν.

Θεόπομπος, Fragmenta, Jacoby F 2b,115,F, fr. 267a–b.

(267a) ANTIGON. Hist. mir. 15: ἐν δὲ Κράννωνι τῆς Θετταλίας δύο φασὶν μόνον εἶναι κόρακας· διὸ καὶ ἐπὶ τῶν προξενιῶν τῶν ἀναγραφομένων τὸ παράσημον τῆς πόλεως (καθάπερ ἐστὶν ἔθιμον πᾶσι προσπαρατιθέναι) ὑπογράφονται δύο κόρακες ἐφ’ ἁμαξίου χαλκοῦ, διὰ τὸ μηδέ ποτε πλείους τούτων ὦφθαι. ἡ δὲ ἅμαξα προσπαράκειται διὰ τοιαύτην αἰτίαν ξένον γὰρ ἴσως ἂν καὶ τοῦτο φανείη ἔστιν αὐτοῖς ἅμαξα ἀνακειμένη χαλκῆ, ἣν ὅταν αὐχμὸς ἦι σείοντες ὕδωρ αἰτοῦνται τὸν θεὸν, καί φασι γίνεσθαι. τούτου δέ τι ἰδιώτερον ὁ Θεόπομπος λέγει· φησὶν γὰρ ἕως τούτου διατρίβειν αὐτοὺς ἐν τῆι Κράννωνι ἕως ἂν τοὺς νεοττοὺς ἐκνεοττεύσωσιν, τοῦτο δὲ ποιήσαντας τοὺς μὲν νεοττοὺς καταλείπειν, αὐτοὺς δὲ ἀπιέναι.

(267b) STEPH. BYZ. s. Κραννών ... πόλις Ἀθαμανίας, ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ. ἐν ταύτηι δύο κόρακας εἶναί φασι μόνους, ὡς Καλλίμαχος ἐν τοῖς Θαυμασίοις (IV) καὶ Θεόπομπος ὅταν δὲ ἄλλους ἐκν<ε>οσσεύσωσιν, ἴσους αὐτοὺς καταλιπόντες ἀπέρχονται.

Θεόπομπος, Fragmenta, Jacoby F 2b,115,F, fr. 352.

SCHOL. THOM. Il. Ω 428: καὶ Θεόπομπός φησιν Ἀλέξανδρον Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν διαφόρως· καταποντωθέντος δὲ Ἀλεξάνδρου Διόνυσος ὄναρ ἐπιστάς τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν τὸν φορμὸν τῶν ὀστῶν. ὁ δὲ ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις ἀπέδωκεν· οἱ δὲ ἔθαψαν.

Ψευδο-Σκύλαξ, Περίπλους της θαλάσσης της οικουμένης Ευρώπης και Ασίας και Λιβύης, 64, 3–9.

Καί εἰσι Θετταλίας πόλεις αἵδε ἐπὶ θαλάττῃ· Ἀμφαναῖον, Παγασαί· ἐν δὲ μεσογείᾳ Φεραὶ, Λάρισσα, Φάρσαλος, Κίερον, Πελινναῖον, Σκοτοῦσα, Κραννών. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Θετταλῶν ἐν μεσογείᾳ. Ἡ δὲ Θετταλία παρήκει ἐν μεσογείᾳ ὑπὲρ Αἰνιάνων καὶ Δολόπων καὶ Μαλιέων καὶ Ἀχαιῶν καὶ Μαγνήτων μέχρι Τεμπῶν.

4ος–3ος αι. π.Χ.

Θεόκριτος, Ειδύλλια, 16, 36–39.

πολλοὶ δὲ Σκοπάδαισιν ἐλαυνόμενοι ποτὶ σάκους
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι·
μυρία δ’ ἂμ πεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις.

Καλλίμαχος, Αίτια Γ, fr. 64, 7–14.

πύργῳ δ’ ἐγκατέλεξεν ἐμὴν λίθον οὐδὲ τὸ γράμμα
ᾐδέσθη τὸ λέγον τόν με Λεωπρέπεος
κεῖσθαι Κήϊον ἄνδρα τὸν ἱερόν, ὃς τὰ περισσά
…] μνήμην πρῶτος ὃς ἐφρασάμην,
οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου
μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ κοτε
δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κραννώνιος αἰαῖ
ὤλισθεν μεγάλους οἶκος ἐπὶ Σκοπάδας.

Θεόφραστος, Fragmenta, fr. 159, 30–32.

Ἐν Κρανῶνι δ’ ἐστὶν ὕδωρ ἡσυχῇ θερμὸν ὃ θερμαῖνον διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας.

Κινέας, Fragmenta, fr. 1, Fragmenta Historicorum Graecorum 2, 463.

ΘΕΣΣΑΛΙΚΑ. Stephan. Byz.: Ἐφύρα, πόλις Ἠπείρου ... Ἔστι καὶ ἄλλη Ἐφύρη Κρανὼν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος.

Κινέας, Fragmenta, fr. 2, Fragmenta Historicorum Graecorum 2, 463.

Schol. Pind. Pyth. X, 85: [ἔλπομαι δ’ Ἐφυραίων] Δῆλον ... ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ, οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας. Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. Οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. Μαρτυρεῖ δὲ τούτῳ Κινέας. Φησὶ γὰρ ἄρχεσθαι αὐτὴν ὑπὸ τῷ Κρανῶνι, καὶ [αὐτὸν] ἐλθεῖν εἰς τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ· εἶτα ἐκεῖ καταστρέψαντος τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἐφύραν καλουμένην πόλιν εἰς τιμὴν τοῦ τεθνηκότος Κρανῶνα μετωνόμασαν.


3ος αι. π.Χ.

Αντίγονος Καρύστιος, Ιστοριών παραδόξων συναγωγή, κεφ. 15a, 1.

Ἐν δὲ Κράννωνι τῆς Θετταλίας δύο φασὶν μόνον εἶναι κόρακας· διὸ καὶ ἐπὶ τῶν προξενιῶν τῶν ἀναγραφομένων τὸ παράσημον τῆς πόλεως, καθάπερ ἐστὶν ἔθιμον πᾶσι προσπαρατιθέναι, ὑπογράφονται δύο κόρακες ἐφ’ ἁμαξίου χαλκοῦ διὰ τὸ μηδέποτε πλείους τούτων ὦφθαι.

Αντίγονος Καρύστιος, Ιστοριών παραδόξων συναγωγή, κεφ. 15a, 3.

τούτου δέ τι ἰδιώτερον ὁ Θεόπομπος λέγει· φησὶν γὰρ ἕως τούτου διατρίβειν αὐτοὺς ἐν τῷ Κράννωνι, ἕως ἂν τοὺς νεοττοὺς ἐκνεοττεύσωσιν, τοῦτο δὲ ποιήσαντας τοὺς μὲν νεοττοὺς καταλείπειν, αὐτοὺς δὲ ἀνιέναι.

Αντίγονος Καρύστιος, Ιστοριών παραδόξων συναγωγή, κεφ. 15c, 1.

Μυρσίλος δὲ ὁ Λέσβιος ἐν τῷ ὄρει φησὶ Λεπετύμνῳ ἱερὸν Ἀπόλλωνος εἶναι καὶ ἡρῷον Λεπετύμνου, ἐφ’ ᾧ, καθάπερ ἐν τῷ Κράννωνι, δύο μόνον εἶναι κόρακας ὄντων οὐκ ὀλίγων ἐν τοῖς πλησίον τόποις.


2ος αι. π.Χ.

Κομανός, Fragmenta, fr. 21, 5–21.

[Ἐφύρους:] τὼ μὲ̣[ν ἄρ’ ἐκ Θρήικης
Ἐφύρου]ς̣· ὁ Κομ[ανὸς Κραννω-
νίους
λέγει·] διὰ τοῦτ̣[ο γὰρ ἔθη-]
κ̣ε [τὸ]ν̣ Ἄρη ἐν̣ [Θράικηι, ὡς
κα]τὰ ἄλλα καὶ ἐν ὀ̣[δυσσείαι·
τὼ] δ’ ἐπεὶ ἐκ δε[σμοῖο λύθεν]
κ̣ρα̣τεροῦ περ ἐό[ντος αὐτίκ’
ἀναΐξ]α̣ντες ὁ μὲν [Θρήι-
κηνδε βε]βήκει, ἡ δ’ ἄρ[α Κύπ-
ρον ἵκανε]ν̣. οἱ δὲ Ἔφυροι κ̣[αὶ Φλεγύ-
αι βα]ρ̣βάρων ἔθνη· ὡ[ς δ’ ὁ
Κράτη]ς̣ φησίν, Ἐ̣φύρους̣ [κα-
λεῖ το]ὺς νῦν Ἀκ̣α̣ρ̣[νᾶνα]ς λε-
[γομέν]ο̣υς, Φλε[γύας δὲ τ]οὺς
[πάλαι] Γ̣υρτων̣[ίους. καὶ λέγ]ε̣ι̣
[ὁ ποιη]τ̣ής· οἳ δ’ Ἄ̣[ργισσαν ἔχ]ο̣ν
[καὶ Γ]υ̣ρτώνη̣ν̣ [ἐνέμον]το.


2ος–1ος αι. π.Χ.

Κικέρων, De Oratore, II 86, 352.

Dicunt enim, cum cenaret Crannone in Thessalia Simonides apud Scopam, fortunatum hominem et nobilem, cecinissetque id carmen, quod in eum scripsisset, in quo multa ornandi causa poetarum more in Castorem scripta et Pollucem fuissent, nimis illum sordide Simonidi dixisse se dimidium eius ei, quod pactus esset, pro illo carmine daturum; reliquum a suis Tyndaridis, quos aeque laudasset, peteret, si ei videretur.

1ος αι. π.Χ.

Διόδωρος Σικελιώτης, Βιβλιοθήκη ιστορική, XV 61, 5.

μετὰ δὲ ταῦτα τὴν τε ἄκραν ἐξεπολιόρκησε καὶ Κραννῶνα πόλιν προσαγαγόμενος ὡμολόγησε μὲν τοῖς Θετταλοῖς ἀποδώσειν τὰς πόλεις, καταφρονήσας δὲ τῆς δόξης καὶ φρουρὰς ἀξιολόγους εἰσαγωγῶν, αὐτὸς κατεῖχε τὰς πόλεις. Ὁ δὲ Φεραῖος Ἀλέξανδρος καταδιωχθεὶς ἅμα καὶ καταπλαγεὶς ἐπανῆλθεν εἰς τὰς Φεράς. Καὶ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἐν τούτοις ἦν.


1ος αι. π.Χ.–1ος αι. μ.Χ.

Στράβων, Γεωγραφικά, VII fr. 9.

a. Ἐπὶ μὲν δὴ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Γυρτὼν ἵδρυται, Περραιβικὴ πόλις καὶ Μαγνῆτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἐβασίλευσεν. ἀπέχει δ’ ὅσον σταδίους ρ΄ τῆς Γυρτῶνος πόλις Κραννών· καί φασιν, ὅταν εἴπῃ ὁ ποιητής „τὼ μὲν ἄρ’ ἐκ Θρᾴκης,“ καὶ ἑξῆς (N 301 sq.), Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους. ἐπὶ δὲ θάτερα ἡ Πιερία.

b. Ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου παρὰ τὸν Πηνειὸν ποταμὸν Γυρτὼν ἔστι, πόλις Περ<ρ>αιβικὴ καὶ Μαγνῆτις, ἐν ᾗ Πειρίθους τε καὶ Ἰξίων ἦρξαν. ἀπέχει δ’ †ἡ γυρτὼν τῆς τύρρηνος† πόλεως Κραννών. καὶ φασιν, ὅτ’ ἂν εἴπη ὁ ποιητὴς “τὼ μὲν ἄρ’ ἐκ Θρῄκης”, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους.

c. Ἐπὶ δὲ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Μαγνῆτις πόλις ἡ Γυρτών, ἐν ᾗ Πειρίθους καὶ Ἰξίων ἐβασίλευσαν. ἀπέχει δ’ αὐτῆς οὐ πολὺ πόλις Κραννών, ἧς οἱ πολῖται Ἔφυροι ἑτερωνύμως, ὡς καὶ οἱ τῆς Γυρτῶνος Φλεγύαι.

d. Ἐν δὲ τοῖς τοῦ γεωγράφου δηλοῦται Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους οὕτω πρότερον καλουμένους ἀπὸ Φλεγύου ἀδελφοῦ Ἰξίονος (442, 12sq.)· Γυρτῶνα δὲ πόλιν λέγει Μαγνῆτιν πρὸς ταῖς τοῦ Πηνειοῦ ἐκβολαῖς.

e. Ἀπέχει δὲ σταδίους ἑκατὸν τῆς Γυρτῶνος ἡ Κραννὼν πόλις, ὥς φησι

Στράβων, Γεωγραφικά, VIII 3, 5/338.

(Ἔστι δὲ καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἐφύρα πλησίον κώμη, καὶ ἐν τῇ Ἀγραίᾳ τῆς Αἰτωλίας Ἐφύρα κώμη· οἱ δ’ ἀπ’ αὐτῆς Ἔφυροι). καὶ ἄλλοι οἱ Περραιβῶν πρὸς Mακεδονίᾳ, οἱ Κραννώνιοι, καὶ οἱ Θεσπρωτικοὶ οἱ ἐκ Κιχύρου τῆς πρότερον Ἐφύρας.

Στράβων, Γεωγραφικά, IX 5, 21/442.

ἀλλὰ μὴν περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον οἰκοῦσι καὶ οἱ τὴν Γυρτῶνα ἔχοντες, οὓς ἤδη κατέλεξε, καὶ τὸ Ὀρμένιον καὶ ἄλλοι πλείους, καὶ ἔτι ἀπωτέρω τοῦ Πηλίου ὅμως Μάγνητες ἦσαν, ἀρξάμενοι ὰπὸ τῶν ὑπ’ Εὐμήλῳ, κατά γε τοὺς ὕστερον ἀνθρώπους.

ἐοίκασιν οὖν διὰ τὰς συνεχεῖς μεταστάσεις καὶ ἐξαλλάξεις τῶν πολιτειῶν καὶ ἐπιμίξεις συγχεῖν καὶ τὰ ὀνόματα καὶ τὰ ἔθνη, ὥστε τοῖς νῦν ἔσθ’ ὅτε ἀπορίαν παρέχειν. καθάπερ τοῦτο πρῶτον μὲν ἐπὶ [τῆς] Κραννῶνος καὶ τῆς Γυρτῶνος γεγένηται· τοὺς μὲν γὰρ Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ Φλεγύου τοῦ Ἰξίονος ἀδελφοῦ, τοὺς δὲ Κραννωνίους Ἐφύρους, ὥστε διαπορεῖν, ὅταν φῇ ὁ ποιητής (N 301 sq.) „τὼ μὲν ἄρ’ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσοντο ἠὲ μετὰ Φλεγύας μεγαλήτορας,“ τίνας ποτὲ βούλεται λέγειν.

Τίτος Λίβιος, Ab urbe condita, XXXVI 10, 1–2.

Intra decimum diem, quam Pheras venerat, his perfectis Crannonem profectus cum toto exercitu primo adventu cepit. inde Cierium et Metropolim et iis circumiecta castella recepit; omniaque iam regionis eius praeter Atragem et Gyrtonem in potestate erant.

Τίτος Λίβιος, Ab urbe condita, XXXVI 14, 10.

Consul ad reficienda maxime iumenta, quae et navigatione et postea itineribus fatigata erant, paucos Larisae moratus dies, velut renovato modica quiete exercitu Crannonem est progressus.

Τίτος Λίβιος, Ab urbe condita, XLII 64, 7–10.

Demessis circa segetibus Romani ad Crannona, intactum agrum, castra movent. ibi cum securi et propter longinquitatem et viae inopis aquarum difficultatem, quae inter Sycurium et Crannona est, stativa haberent, repente prima luce in imminentibus tumulis equitatus regius cum levi armatura visus ingentem tumultum fecit. pridie per meridiem profecti ab Sycurio erant; peditum agmen sub lucem reliquerant in proxima planitie. stetit paulisper Perseus in tumulis, elici posse ratus ad equestre certamen Romanos; qui postquam nihil movebant, equitem mittit, qui pedites referre ad Sycurium signa iuberet; ipse mox insecutus. Romani equites modico intervallo sequentes, sicubi sparsos ac dissipatos invadere possent, postquam confertos abire signa atque ordines servantes viderunt, et ipsi in castra redeunt.

Πλίνιος, Naturalis Historia, X 12 (14–15).

Ceterae omnes ex eodem genere pellunt nidis pullos ac volare cogunt, sicut et corvi, qui et ipsi non carne tantum aluntur. sed robustos quoque fetus suos fugant longius; itaque parvis in vicis non plus bina coniugia sunt, circa Crannonem quidem Thessaliae singula perpetuo. genitores suboli loco cedunt.

M. Fabius Quintilianus, Institutionis Oratoriae, XI 2, 12–16.

Nam cum esset grande convivium in honorem eiusdem victoriae atque adhibitus ei cenae Simonides, nuntio est exitus, quod eum duo iuvenes equis advecti desiderare maiorem in modum dicebantur. et illos quidem non invenit, fuisse tamen gratos erga se deos exitu comperit. nam vix eo ultra limen egresso triclinium illud supra convivas corruit atque ita confudit, ut non ora modo oppressorum, sed membra etiam omnia requirentes ad sepulturam propinqui nulla nota possent discernere. tum Simonides dicitur memor ordine quo quisque discubuerat corpora suis reddidisse. est autem magna inter auctores dissensio, Glaucone Carystio an Leocrati an Agatharcho an Scopae scriptum sit id carmen, et Pharsali fuerit haec domus, ut ipse quodam loco significare Simonides videtur ut que Apollodorus et Eratosthenes et Euphorion et Larissaeus Eurypylus tradiderunt, an Cranone, ut Apollas Callimachius, quem secutus Cicero hanc famam latius fudit. Scopam nobilem Thessalum perisse in eo convivio constat, adicitur sororis eius filius, putant et ortos plerosque ab alio Scopa, qui maior aetate fuerit. quamquam mihi totum de Tyndaridis fabulosum videtur, neque omnino huius rei meminit usquam poeta, ipse profecto non taciturus de tanta sua gloria.


1ος–2ος αι. μ.Χ.

Πλούταρχος, Βίοι Παράλληλοι: Θεμιστοκλής και Κάμιλλος, Κάμιλλος 19, 8.

Ἔμπαλιν δ’ ὁ Μεταγειτνιών, ὃν Βοιωτοὶ Πάνημον καλοῦσι, τοῖς Ἕλλησιν οὐκ εὐμενὴς γέγονε. τούτου γὰρ τοῦ μηνὸς ἑβδόμῃ καὶ τὴν ἐν Κρανῶνι μάχην ἡττηθέντες ὑπ’ Ἀντιπάτρου τελέως ἀπώλοντο, καὶ πρότερον ἐν Χαιρωνείᾳ μαχόμενοι πρὸς Φίλιππον ἠτύχησαν.

Πλούταρχος, Βίοι Παράλληλοι: Φωκίων και Μάρκος Κάτων, Φωκίων 26, 1.

Ὀλίγῳ δ’ ὕστερον χρόνῳ Κρατεροῦ διαβάντος ἐξ Ἀσίας μετὰ πολλῆς δυνάμεως, καὶ γενομένης πάλιν ἐν Κραννῶνι παρατάξεως, ἡττήθησαν μὲν οἱ Ἕλληνες οὔτε μεγάλην ἧτταν οὔτε πολλῶν πεσόντων, ἀπειθείᾳ δὲ πρὸς τοὺς ἄρχοντας ἐπιεικεῖς καὶ νέους ὄντας, καὶ ἅμα τὰς πόλεις αὐτῶν πειρῶντος Ἀντιπάτρου, διαρρυέντες αἴσχιστα προήκαντο τὴν ἐλευθερίαν.

2ος αι. μ.Χ.

Αίλιος Ηρωδιανός, Περί καθολικής προσωδίας ΙΑ, σ. 261, 12–20.

Ἐφύρα πόλις Ἠπείρου ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. δευτέρα περὶ Ἦλιν. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ

Παυσανίας, Ελλάδος Περιήγησις, V 8, 8.

ὀγδόῃ δὲ ἀπὸ ταύτης ὀλυμπιάδι ἐδέξαντο παγκρατιαστήν τε ἄνδρα καὶ ἵππον κέλητα· ἵππος μὲν δὴ Κραννωνίου Κραυξίδα παρέφθη, τοὺς δὲ ἐσελθόντας ἐπὶ τὸ παγκράτιον ὁ Λύγδαμις κατειργάσατο Συρακούσιος.

Πολύαινος, Στρατηγήματα, II 34.

Δεινίας Τελεσίππου, Φεραῖος, ἐν Κραννῶνι τῆς Θετταλίας διῆγε θηρεύων ὅσα ἐν λίμναις καὶ ποταμοῖς ὀρνίθια. ἀπὸ τοιούτου βίου προῆλθεν ἐπὶ τυραννίδα διὰ τοιαύτης τέχνης. οἱ Κραννώνιοι τὴν φυλακὴν τῆς πόλεως ἀπεμίσθουν. ὁ Δεινίας ἐμισθώσατο καὶ μέχρι τριῶν ἐτῶν ἀκριβεστάτην ἐποιεῖτο τὴν φυλακὴν, ὥστε τὰς νύκτας εἶναι τῶν ἡμερῶν ἀσφαλεστέρας τοῖς ἀωρὶ βαδίζουσιν.

οὕτω δὴ τὸν ἀδελφὸν δεκατηλόγον τῆς χώρας ἀποδείξας καὶ πολλοὺς νεανίσκους ἀκμάζοντας ἐγχειρίσας αὐτῷ, περιπόλους τῶν χωρίων καὶ συλλογέας τῶν δεκατευομένων καρπῶν, ἑορτῆς οὔσης τῶν καλουμένων Ἰτωνίων, ἐν ᾗ πάντες Κραννώνιοι παίζουσιν, ἀναμίξας τοῖς ἐν τῇ πόλει φύλαξι τοὺς ἀπὸ τῆς πόλεως τελώνας καὶ νήφοντας ἐπιστήσας οἰνωμένοις πλείους χιλίων πολίτας ἀποκτείνας τύραννος Κραννωνίων ἐγένετο.

Αλκίφρων, Επιστολαί, III, επιστ. 32, 2, 3–6.

τίς ἄρα μοι δαιμόνων ἐπίκουρος ἐγένετο; μή ποτε οἱ σωτῆρες Ἄνακ[τ]ες, ὡς Σιμωνίδην τὸν Λεωπρέπους τοῦ Κρανωνίου συμποσίου, κἀμὲ τῶν τοῦ πυρὸς κρουνῶν ἐξήρπασαν.


2ος–3ος αι. μ.Χ.

Αθήναιος, Δειπνοσοφισταί, II 16, 17–21.

δυσκατεργαστότερα γάρ ἐστι τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν, τὰ δὲ ψυχρότητος ὑπερβολῇ. τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά. ἐν Κραννῶνι δ’ ἐστὶν ὕδωρ ἡσυχῇ θερμόν, ὃ διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας.


3ος αι. μ.Χ.

Γαληνός, Περί δύσπνοιας, σ. 949, 4–13.

ταυτὶ μὲν οὖν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἴδη δυσπνοίας ἔγραψεν. ἐν δὲ τῷ τετάρτῳ πρῶτον μὲν μέμνηται τῆς Νικοστράτου γυναικὸς, τῆς ἐν Κρανῶνι, μικρὸν καὶ πυκνὸν ἐχούσης τὸ πνεῦμα. δεύτερον δὲ τῆς Ἀντιγένους, ἀσθματώδους οὐχ ὑπόγυιον τότε γενομένης, ἀλλ’ ἐξ ἀρχῆς οὔσης, ὥστε καὶ βήττειν ἀεί· περὶ μὲν δὴ ταύτης οὐδ’ ἓν ἂν εἴη ζήτημα· περὶ δὲ τῆς ἐν Κρανῶνι, τῆς Νικοστράτου γυναικὸς, διὰ τοῦτό μοι δοκεῖ προσθεῖναι τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, διότι παρεφρόνησεν.

Γαληνός, Εις το πρώτον βιβλίον των Επιδημιών Ιπποκράτους υπόμνημα πρώτον, Kühn τόμ. 17a, σ. 27, 10–12.

ἄνθρακες ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγένοντο μᾶλλον νότῳ.

Γαληνός, Εις το πρώτον βιβλίον των Επιδημιών Ιπποκράτους υπόμνημα πρώτον, Kühn τόμ. 17a, σ. 36, 7–17.

“<Ἄνθρακες ἐν Κρανῶνι θερινοί·> ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου.” συντελέσει δέ τι πρὸς τὴν τῶν εἰρημένων σηπεδονωδῶν νοσημάτων γένεσιν ἡ χώρα μάλιστα μέν, ἐὰν κατ’ ἄμφω δύσκρατοϲ ᾖ, θερμοτέρα καὶ ὑγροτέρα καθεστῶσα, συντελέϲει δὲ κἂν κατὰ τὸ ἕτερον τούτων [εἰ] ἀμέτρωϲ ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεσημβρινῷ χωρίῳ κειμένη καὶ διὰ τοῦτο μάλιστα σηπεδονώδεσι νοσήμασι, τοῖς ἄνθραξιν, ἁλοῦσα, πρὸς τοῖς ἄλλοις ἀτόποις ἔτι καὶ διὰ τὸ τὰ βόρεια τῶν πνευμάτων ἀπεστράφθαι καύμασι καὶ ταῖς καλουμέναις νηνεμίαις κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάσοϲ δὲ τοὔμπαλιν.

Γαληνός, Εις το τρίτον βιβλίον των Επιδημιών Ιπποκράτους υπόμνημα τρίτον, Kühn τόμ. 17a, σ. 649, 8–11.

Ὁμοία τῇδε τῇ καταστάσει καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐστι κατὰ τήνδε τὴν λέξιν εἰρημένη· ἄνθρακες ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου, ἐγένοντο μᾶλλον νότῳ.

Γαληνός, Ιπποκράτους αφορισμοί και Γαληνού εις αυτούς υπομνήματα, σ. 579, ια΄, 7–14.

ταῦτα μὲν οὖν ὁ Ἱπποκράτης εἴρηκεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων. ἡμεῖς δὲ ἐπὶ πλέον ἐξειργασάμεθα τὸν λόγον αὐτοῦ καὶ πρῶτόν γε διὰ τί μήτ’ ἐν αὐτῷ τῷ χειμῶνι μήτ’ ἐν τῷ ἦρι κατὰ τὴν τοιαύτην κατάστασιν ἐπιδημεῖν νοσήματα. καίτοι γε ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν κατ’ αὐτὴν τὴν βεβλαμμένην ὥραν, ἐν Κρανῶνι λέγων γενέσθαι τοὺς ἄνθρακας. ἔχει δ’ ἡ ῥῆσις οὕτως﮲ ἄνθρακες ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ. δῆλον τοίνυν ἐξ ὧν εἶπε καὶ ἡ αἰτία τοῦ κατὰ τὸ θέρος ἐν Κρανῶνι γενέσθαι τοὺς ἄνθρακας.


6ος αι. μ.Χ.

Στέφανος Βυζάντιος, Εθνικά, s.v. Ἐφύρα.

Ἐφύρα· πόλις Ἠπείρου, ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. ἐκ ταύτης Ἀστυόχη, ἡ μήτηρ Τληπολέμου, ὥς φησιν Ὅμηρος (Β 658). ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος (fr. 11 Breithaupt) φησίν. <***> ἠγνόησε δ’ ὅτι μυχὸς ἡ Κόρινθός ἐστι Γλαύκῳ πρὸς ἀνατολὰς οἰκοῦντι ὡς ἂν τῆς Εὐρώπης οὖσα δυτικωτάτη. κέκληται δὲ ἀπὸ Κορίνθου. Ὅμηρος (Z 152) οὖν τὸ Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. ἔστι καὶ ἄλλη Ἐφύρη Κραννών λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ (FGrHist 603 T1, F 1a) καὶ Ἐπαφρόδιτος (fr. 51 Braswell/Billerbeck = fr. 25 Lüzner). δευτέρα περὶ Θεσσαλίαν. τρίτη Οἰνόη. καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ὁ πολίτης Ἐφυραῖος. ἔστι καὶ Ἀρκαδίας ἄλλη. ἔστι {καὶ Θεσσαλίας} καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. τὸ ἐθνικὸν Ἔφυρος. τὸ κτητικὸν τῆς Θεσπρωτίας Ἐφύριος. καὶ Ἐφύρηθεν ἀπὸ τόπου ἐπίρρημα.

Στέφανος Βυζάντιος, Εθνικά, s.v. Κραννών.

Κραννών· πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 133). ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας, ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ. ἐν ταύτῃ δύο κόρακας εἶναί φασι μόνους, ὡς Καλλίμαχος ἐν τοῖς Θαυμασίοις (fr. 408 Pfeiffer) καὶ Θεόπομπος (FGrHist 115 F 267b). ὅταν δ’ ἄλλους ἐκνοσσεύσωσιν, ἴσους αὐτοὺς καταλιπόντες ἀπέρχονται. ὁ πολίτης Κραννώνιος. Ἡρόδοτος ἕκτῃ (6, 127, 4) „ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος“. ἀπέχει δὲ σταδίους ἑκατὸν τῆς Γυρτῶνος ἡ Κραννὼν πόλις, ὥς φησι Στράβων (7 fr 9e). καὶ Ὅμηρός (N 301) φησιν Ἐφύρους τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους. ἔστι καὶ θηλυκὸν Κραννωνίς ἀπὸ τῆς γενικῆς.


10ος αι. μ.Χ.

Σούδα, Σιμωνίδης, s.v. Σιμωνίδης, 441, 11–15.

…οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ ποτε δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κραννωνίων αἴας ὤλισθεν μέγας οἶκος ἐπὶ Σκοπάδας. τιμωροὶ μὲν δὴ θεοὶ τοῖς ἀξίοις, καὶ τιμῶσιν οἵ τε Ὀλύμπιοι, οἵ τε οἱ ἐπὶ τῆς τρίτης ἀρχῆς.

12ος αι. μ.Χ.

Ευστάθιος Θεσσαλονίκης, Παρεκβολαί εις την Ομήρου Ιλιάδα, σ. 465, 16–23.

περὶ δὲ τὴν Κυλλήνην, φασί, ταύτην Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος ποταμός, ῥέων ἐκ Φολόης, Ἀρκαδικοῦ ὄρους. ἐκεῖ καὶ πόλις Ἔφυρα, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ Θετταλικῆς καὶ Κορινθίας, τετάρτη τις, ἐξ ἧς τὰ ἀνδροφόνα φάρμακα· ἣν
……..
Ὀδυσσεὺς ἀφῖκται διζήμενος τὰ τοιαῦτα. ἔστι δέ, φησί, καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἔφυρα κώμη· καὶ Αἰτωλικὴ δέ ἐστι κώμη Ἔφυρα· οἱ δ’ ἀπ’ αὐτῆς Ἔφυροι, ὡς καὶ οἱ Περραιβικοὶ καὶ οἱ Κραννώνιοι καὶ οἱ Θεσπρωτικοί, οἱ ἐκ Κιχύρου πόλεως τῆς πρότερον Ἐφύρας.

Ευστάθιος Θεσσαλονίκης, Παρεκβολαί εις την Ομήρου Ιλιάδα, σ. 474, 15–20.

Περὶ δὲ Ἐφύρων καὶ Φλεγυῶν εἴρηται μέν τι καὶ ἐν τῇ Βοιωτίᾳ, νῦν δὲ ἐκεῖνα ἰστέον, ὅτι οἱ Ἔφυροι, ὅ ἐστιν οἱ Κραννώνιοι, ἢ οἱ ἐξ Ἐφύρης τῆς Ἠπειρωτικῆς Θεσπρωτοί, μάχιμοι ἐτύγχανον καὶ δραστήριοι. Ὁμοίως δὲ καὶ οἱ Φλεγύαι, ὅμοροι τοῖς Ἐφύροις ὄντες ἢ κάτοικοι τῆς ἐν Φωκίδι Γυρτώνης ἢ περὶ τὴν Δαυλίδα τῆς Φωκίδος, ἀσεβεῖς ἄνδρες καὶ λῃστρικοί, οἳ καὶ τὸν ἐν Πυθοῖ ναὸν ἐπόρθησαν.

Ευστάθιος Θεσσαλονίκης, Παρεκβολαί εις την Ομήρου Ιλιάδα, σ. 475, 3–18.

Ὅτι δὲ ἦν καὶ Ἐφύρη ἡ καὶ Κραννὼν λεγομένη, ἀφ’ ἧς οἱ ῥηθέντες Κραννώνιοι, ἡ ἱστορία λέγει. ἐν ᾗ δύο μόνους ἀεὶ κόρακας εἶναί φασιν, οἳ ὅταν ἴσους αὑτοῖς ἐκνεοττεύσωσιν, ἀφιπτάμενοι οἴχονται.

Ευστάθιος Θεσσαλονίκης, Παρεκβολαί εις την Ομήρου Ιλιάδα, σ. 527, 7–10.

Ἐπὶ δὲ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Μαγνῆτις πόλις ἡ Γυρτών, ἐν ᾗ Πειρίθους καὶ Ἰξίων ἐβασίλευσαν. ἀπέχει δ’ αὐτῶν οὐ πολὺ πόλις Κραννών, ἧς οἱ πολῖται Ἔφυροι ἑτερωνύμως, ὡς καὶ οἱ τῆς Γυρτῶνος Φλεγύαι.


Σχόλια

Σχόλια Θεοκρίτου (scholia vetera), σχόλ. 16, 36/37.

C. Wendel, Scholia in Theocritum vetera, Leipzig 1914.

πολλοὶ δὲ Σκοπάδαισι: πολλοὺς δὲ μόσχους ἔσχον καὶ οἱ Σκοπάδαι, τουτέστι πολλὰς ἀγέλας. ἐκ δὲ τούτου πολὺν πλοῦτον δηλοῖ. οἱ δὲ Σκοπάδαι Κραννώνιοι τὸ γένος· Κραννὼν δὲ πόλις Θεσσαλίας, ὅθεν Σκόπας ὁ Κραννώνιος Κρέοντος καὶ Ἐχεκρατείας υἱός. καὶ Σιμωνίδης ἐν Θρήνοις (fgm. 33 Bergk Poet. lyr. gr. III4 401). Σκοπάδαι οὖν οἱ Θεσσαλοί, Κρεώνδας δὲ ὁ Σκόπας.

Σχόλια Πινδάρου (scholia vetera), Ωδή Πυθ. X 85a, 10–19, 85b, 85c.

A. B. Drachmann, Scholia vetera in Pindari carmina, τόμ. 2, Leipzig 1910.

a. ὁ δὲ Πίνδαρος ἀμφὶ Πηνειόν φησιν αὐτούς· δῆλον δὲ δήπουθεν, ὡς ὁ Πηνειὸς τῆς Θεσσαλίας ἐστὶ, καὶ φαίνεται, ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν, ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας·
Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. μαρτυρεῖ δὲ τούτῳ Κινέας. φησὶ γὰρ ἔρχεσθαι αὐτὸν ὑπὸ τῷ Κρανῶνι, καὶ ἐλθεῖν ἐπὶ τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ, εἶτα ἐκεῖ καταστρέψαντα τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἔφυραν καλουμένην πόλιν, εἰς τιμὴν τοῦ τεθνηκότος, Κρανῶνα μετωνόμασαν.

b. ἄλλως· ἔλπομαι δ’ Ἐφυραίων: ἐλπίζω δὲ τῶν Κρανωνίων τῶν περὶ τὸν Πηνειὸν ποταμὸν τὴν ἐμὴν ἡδεῖαν ᾠδὴν ᾀδόντων, ἔτι καὶ πλέον τὸν Ἱπποκλέα ἕνεκεν τῶν στεφάνων σὺν ταῖς ᾠδαῖς θαυμαστὸν καὶ ἐπίδοξον ἐν τοῖς ὁμήλιξι θεῖναι καὶ ἀποδεῖξαι, καὶ ἐν τοῖς πρεσβυτέροις ἀνδράσι καὶ [ἐν] ταῖς νεωτέραις παρθένοις φροντίδα καὶ μέριμναν, ἀπὸ κοινοῦ θησέμεν.

c. φατρία παρὰ Θεσσαλοῖς ἡ τῶν Ἐφυραίων. οἱ δὲ, ὅπερ κάλλιον, τοὺς Κρανωνίους ἤκουσαν· ἡ γὰρ Κρανὼν τὸ πρότερον Ἔφυρα ἐκαλεῖτο, τὸ ὕστερον δὲ μετωνομάσθη Κρανὼν ἀπό τινος βασιλεύσαντος Κρανῶνος καὶ ἀναιρεθέντος ὑπὸ Οἰνομάου μνηστευσαμένου τὴν Ἱπποδάμειαν.

Σχόλια Πινδάρου, Σχόλια στα Πύθια v–xii (scholia vetera et recentiora Thomae Magistri et Triclinii, e cod. Flor.), Ωδή Πυθ. X 85, 4–8.

T. Mommsen, Scholia Thomano-Tricliniana in Pindari Pythia v-xii ex cod. Florentino edita, Programm Gymnasium Frankfurt, Frankfurt am Main 1867, σ. 26.

φατρία δὲ παρὰ τοῖς Θετταλοῖς ἡ τῶν Ἐφυραίων. οἱ δὲ τοὺς Κρανωνίους ἤκουσαν. ἡ γὰρ Κρανὼν το πρότερον Ἔφυρα ἐκαλεῖτο, ὕστερον δὲ μετωνομάσθη Κρανὼν ἀπό τινος αὐτῆς βασιλεύσαντος Κρανῶνος καὶ ἀναιρεθέντος ὑπὸ Οἰνομάου μνηστευομένου τὴν Ἱπποδάμειαν. εἰς τιμὴν τοίνυν τούτου Κρανῶνα τὴν Ἔφυραν ὠνόμασαν.